Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.19 Dem. 28.22 (English) >>Dem. 28.24

28.20βοηθήσατʼ οὖν ἡμῖν, βοηθήσατε, καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν ἕνεκα καὶ ἡμῶν καὶ τοῦ πατρὸς τοῦ τετελευτηκότος. σῴσατε, ἐλεήσατε, ἐπειδή μʼ οὗτοι συγγενεῖς ὄντες οὐκ ἠλέησαν. εἰς ὑμᾶς καταπεφεύγαμεν. ἱκετεύω, ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ἀγαθῶν ὑμῖν. οὕτως ὄναισθε τούτων, μὴ περιίδητέ με, μηδὲ ποιήσητε τὴν μητέρα καὶ τῶν ἐπιλοίπων ἐλπίδων εἰς τὸν βίον στερηθεῖσαν ἀνάξιον αὑτῆς τι παθεῖν· 28.21 νῦν μὲν οἴεται τυχόντα με τῶν δικαίων παρʼ ὑμῖν ὑποδέξεσθαι καὶ τὴν ἀδελφὴν ἐκδώσειν· εἰ δʼ ὑμεῖς ἄλλο τι γνώσεσθε, μὴ γένοιτο, τίνʼ οἴεσθʼ αὐτὴν ψυχὴν ἕξειν, ὅταν ἐμὲ μὲν ἴδῃ μὴ μόνον τῶν πατρῴων ἀπεστερημένον, ἀλλὰ καὶ πρὸς ἠτιμωμένον, περὶ δὲ τῆς ἀδελφῆς μηδʼ ἐλπίδʼ ἔχουσαν ὡς τεύξεταί τινος τῶν προσηκόντων διὰ τὴν ἐσομένην ἀπορίαν; 28.22οὐκ ἄξιος, ἄνδρες δικασταί, οὔτʼ ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθʼ οὗτος τοσαῦτα χρήματʼ ἀδίκως κατασχεῖν. ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι. τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθʼ ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότριʼ ἀποστερῶν ἀποδέδεικται. 28.23ταῦτʼ οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε. πίστεις δʼ ἔχεθʼ ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτʼ ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλʼ αὐτοὶ πάντʼ ἔχοντες.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.19 Dem. 28.22 (English) >>Dem. 28.24

Powered by PhiloLogic